Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.79 Dem. 23.82 (English) >>Dem. 23.85

23.81ἀλλʼ οὐχ οὗτος ἔγραψε ταῦτα, ἀλλὰ τὸν μὲν ἀθῷον αἰτιᾶσθαι, τὸν δʼ ἄκριτον παραχρῆμʼ ἐκδίδοσθαι. ἂν δέ τις ἀνθρώπων καὶ ὅλη πόλις τοσούτοις νομίμοις ἀναιρουμένοις ὅσοις ἐγὼ διεξελήλυθα, καὶ τοσούτοις δικαστηρίοις καταλυομένοις ὅσοις εἴρηκα, θεοὶ κατέδειξαν καὶ μετὰ ταῦτʼ ἄνθρωποι χρῶνται πάντα τὸν χρόνον, βοηθήσῃ καὶ τὸν ὑβριζόμενον καὶ παρανομούμενον ἀφέληται, ἔκσπονδον ἔγραψεν εἶναι, καὶ οὐδὲ τούτῳ λόγον οὐδὲ κρίσιν πεποίηκεν, ἀλλὰ καὶ τοῦτον εὐθὺς ἄνευ κρίσεως κολάζει. πῶς ἂν δεινότερον γένοιτʼ παρανομώτερον τούτου ψήφισμα;

23.82ἆρά τις ἡμῖν ἔτι λοιπός ἐστι νόμος; δεῖξον. οὑτοσί. λέγε τοῦτον.Νόμος

ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ, ὑπὲρ τούτου τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν δίκας τοῦ φόνου ὑπόσχωσιν τοὺς ἀποκτείναντας ἐκδῶσι. τὴν δὲ ἀνδροληψίαν εἶναι μέχρι τριῶν, πλέον δὲ μή.

πολλῶν, ἄνδρες Ἀθηναῖοι, καλῶς ἐχόντων νόμων οὐκ οἶδʼ εἴ τινος ἧττον οὗτος ἔχει καλῶς καὶ δικαίως νόμος. σκέψασθε γὰρ ὡς νομίμως καὶ σφόδρʼ ἀνθρωπίνως κεῖται. 23.83ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ,” φησίν. πρῶτον μὲν δὴ τοῦτο προσγράψας τὸβιαίως,” σύμβολον πεποίηκεν γιγνώσκομεν ὅτι, ἂν ἀδίκως, λέγει. “ὑπὲρ τούτουφησὶτοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν δίκας τοῦ φόνου ὑπόσχωσιν τοὺς ἀποκτείναντας ἐκδῶσιν.” σκοπεῖσθʼ ὡς καλῶς. πρότερον μὲν ὑποσχεῖν δίκας ἀξιοῖ, μετὰ ταῦτα δέ, ἂν τοῦτο μὴ βούλωνται, προσέταξεν ἐκδοῦναι· ἐὰν δὲ μηδέτερον τούτων ἐθέλωσι, “τὸ ἀνδρολήψιόνφησινεἶναι μέχρι τριῶν, πλέον δὲ μή.” παρὰ τοίνυν ὅλον τοῦτον τὸν νόμον εἴρηται τὸ ψήφισμα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.79 Dem. 23.82 (English) >>Dem. 23.85

Powered by PhiloLogic